Colossians 3

1Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· 2τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς, 3ἀπεθάνετε γάρ, καὶ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ· 4ὅταν Χριστὸς φανερωθῇ, ζωὴ
 ὑμῶν = Treg NA/NIV: || ἡμῶν = WH RP
ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.

5Νεκρώσατε οὖν τὰ
 μέλη = WH Treg NA: || μέλη ὑμῶν = NIV RP
μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία,
6δι᾽ ἔρχεται ὀργὴ τοῦ θεοῦ
 ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας = RP NA: || [omit] = WH Treg NIV
ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας ⸃·
7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν
 τούτοις = WH Treg NA/NIV: || αὐτοῖς = RP
τούτοις·
8νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9μὴ ψεύδεσθε εἰς ἀλλήλους· ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 10καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 11ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ
 τὰ = Treg NA/NIV RP: || [omit] = WH
τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.

12Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, 13ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ
 κύριος = WH Treg NA/NIV: || Χριστὸς = RP
κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς·
14ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην,
 ὅ = WH Treg NA/NIV: || ἥτις = RP
ἐστιν σύνδεσμος τῆς τελειότητος.
15καὶ εἰρήνη τοῦ
 Χριστοῦ = WH Treg NA/NIV: || θεοῦ = RP
Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.
16 λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς
 ψαλμοῖς = WH Treg NA/NIV: || ψαλμοῖς καὶ = RP
ψαλμοῖς,
 ὕμνοις = WH Treg NA/NIV: || ὕμνοις καὶ = RP
ὕμνοις, ᾠδαῖς πνευματικαῖς
 ἐν = WH RP: || ἐν τῇ = Treg NA/NIV
ἐν χάριτι, ᾄδοντες ἐν
 ταῖς καρδίαις = WH Treg NA/NIV: || τῇ καρδίᾳ = RP
ταῖς καρδίαις ⸃ ὑμῶν τῷ
 θεῷ = WH Treg NA/NIV: || κυρίῳ = RP
θεῷ·
17καὶ πᾶν
 ὅ τι = Treg NA/NIV RP: || ὅτι = WH
τι ⸃
 ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν ποιῆτε ἐν λόγῳ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ
 θεῷ = WH Treg NA/NIV: || θεῷ καὶ = RP
θεῷ πατρὶ δι᾽ αὐτοῦ.

18Αἱ γυναῖκες, ὑποτάσσεσθε
 τοῖς = WH Treg NA/NIV: || τοῖς ἰδίοις = RP
τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ.
19οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.

20Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ
 εὐάρεστόν ἐστιν = WH Treg NA/NIV: || ἐστιν εὐάρεστον = RP
εὐάρεστόν ἐστιν ⸃ ἐν κυρίῳ.
21οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν
 ὀφθαλμοδουλίαις = WH Treg RP: || ὀφθαλμοδουλίᾳ = NA/NIV
ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν
 κύριον = WH Treg NA/NIV: || θεόν = RP
κύριον.
23
 ὃ = WH Treg NA/NIV: || καὶ πᾶν ὃ τι = RP
ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
24εἰδότες ὅτι ἀπὸ κυρίου
 ἀπολήμψεσθε = WH Treg NA/NIV: || λήψεσθε = RP
ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας·
 τῷ = WH Treg NA/NIV: || τῷ γὰρ = RP
τῷ κυρίῳ Χριστῷ δουλεύετε·
25
 γὰρ = WH Treg NA/NIV: || δὲ = RP
γὰρ ἀδικῶν κομίσεται ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.

Copyright information for SBLG